Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 9.19.3 Hdt. 9.21.3 (English) >>Hdt. 9.23.1

9.21.1 κατὰ συντυχίην δὲ Μεγαρέες ἔτυχον ταχθέντες τῇ τε ἐπιμαχώτατον ἦν τοῦ χωρίου παντός, καὶ πρόσοδος μάλιστα ταύτῃ ἐγίνετο τῇ ἵππῳ. προσβαλλούσης ὦν τῆς ἵππου οἱ Μεγαρέες πιεζόμενοι ἔπεμπον ἐπὶ τοὺς στρατηγοὺς τῶν Ἑλλήνων κήρυκα, ἀπικόμενος δὲ κῆρυξ πρὸς αὐτοὺς ἔλεγε τάδε· 9.21.2Μεγαρέες λέγουσι· ἡμεῖς, ἄνδρες σύμμαχοι, οὐ δυνατοί εἰμεν τὴν Περσέων ἵππον δέκεσθαι μοῦνοι, ἔχοντες στάσιν ταύτην ἐς τὴν ἔστημεν ἀρχήν· ἀλλὰ καὶ ἐς τόδε λιπαρίῃ τε καὶ ἀρετῇ ἀντέχομεν καίπερ πιεζόμενοι. νῦν τε εἰ μή τινας ἄλλους πέμψετε διαδόχους τῆς τάξιος, ἴστε ἡμέας ἐκλείψοντας τὴν τάξιν.” 9.21.3 μὲν δή σφι ταῦτα ἀπήγγελλε, Παυσανίης δὲ ἀποπειρᾶτο τῶν Ἑλλήνων εἴ τινες ἐθέλοιεν ἄλλοι ἐθελονταὶ ἰέναι τε ἐς τὸν χῶρον τοῦτον καὶ τάσσεσθαι διάδοχοι Μεγαρεῦσι. οὐ βουλομένων δὲ τῶν ἄλλων Ἀθηναῖοι ὑπεδέξαντο καὶ Ἀθηναίων οἱ τριηκόσιοι λογάδες, τῶν ἐλοχήγεε Ὀλυμπιόδωρος Λάμπωνος.

ch. 22 9.22.1 οὗτοι ἦσαν οἵ τε ὑποδεξάμενοι καὶ οἱ πρὸ τῶν ἄλλων τῶν παρεόντων Ἑλλήνων ἐς Ἐρυθρὰς ταχθέντες, τοὺς τοξότας προσελόμενοι. μαχομένων δὲ σφέων ἐπὶ χρόνον τέλος τοιόνδε ἐγένετο τῆς μάχης. προσβαλλούσης τῆς ἵππου κατὰ τέλεα, Μασιστίου προέχων τῶν ἄλλων ἵππος βάλλεται τοξεύματι τὰ πλευρά, ἀλγήσας δὲ ἵσταταί τε ὀρθὸς καὶ ἀποσείεται τὸν Μασίστιον·



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 9.19.3 Hdt. 9.21.3 (English) >>Hdt. 9.23.1

Powered by PhiloLogic